κούρην δ᾽ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν. ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα: τίκτε δ᾽ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα [510] ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τ᾽ Ἐπιμηθέα ὃς κακὸν ἐξ ἀρχῆς γένετ᾽ ἀνδράσιν ἀλφηστῇσιν: πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ [515] εἵνεκ᾽ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου. Ἄτλας δ᾽ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπ᾽ ἀνάγκης πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων, ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν: ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς. [520] δῆσε δ᾽ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίον᾽ ἐλάσσας: καί οἱ ἐπ᾽ αἰετὸν ὦρσε τανύπτερον: αὐτὰρ ὅ γ᾽ ἧπαρ ἤσθιεν ἀθάνατον, τὸ δ᾽ ἀέξετο ἶσον ἁπάντη νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις. [525] τὸν μὲν ἄρ᾽ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς Ἡρακλέης ἔκτεινε, κακὴν δ᾽ ἀπὸ νοῦσον ἄλαλκεν Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος, ὄφρ᾽ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη [530] πλεῖον ἔτ᾽ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν. ταῦτ᾽ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν: καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν, οὕνεκ᾽ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι. καὶ γὰρ ὅτ᾽ ἐκρίνοντο θεοὶ θνητοί τ᾽ ἄνθρωποι [535] Μηκώνῃ, τότ᾽ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων. τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ, τῷ δ᾽ αὖτ᾽ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ [540] εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ. δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε: ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς. τὸν δ᾽ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης ἦκ᾽ ἐπιμειδήσας, δολίης δ᾽ οὐ λήθετο τέχνης:
ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων, τῶν δ᾽ ἕλε᾽, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει. Φῆ ῥα δολοφρονέων: Ζεὺς δ᾽ ἄφθιτα μήδεα εἰδὼς [550] γνῶ ῥ᾽ οὐδ᾽ ἠγνοίησε δόλον: κακὰ δ᾽ ὄσσετο θυμῷ θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν. χερσὶ δ᾽ ὅ γ᾽ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ. χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν, ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ. [555] ἐκ τοῦ δ᾽ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλ᾽ ἀνθρώπων καίουσ᾽ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν. τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς:
Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς, ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης. [560]
ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς: ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν. ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο [565] κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν ἐν κοΐλῳ νάρθηκι: δάκεν δέ ἑ νειόθι θυμόν, Ζῆν᾽ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ, ὡς ἴδ᾽ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν. αὐτίκα δ᾽ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν: [570] γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς. ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη ἀργυφέη ἐσθῆτι: κατὰ κρῆθεν δὲ καλύπτρην δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι: [575] ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης, ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη. ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε, τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί. [580] τῇ δ᾽ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι, κνώδαλ᾽, ὅσ᾽ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα, τῶν ὅ γε πόλλ᾽ ἐνέθηκε,—χάρις δ᾽ ἀπελάμπετο πολλή,